Plutarch, Dion, chapter 48 3:

(플루타르코스, Dion, chapter 48 3:)

ὁ δὲ Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖσ καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸσ δὲ τῆσ γῆσ καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοισ ἐναντιωθείσ καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσασ ἐλύπησεν. ὅθεν εὐθὺσ ἑτέραν ἀρχὴν λαβὼν ὁ Ἡρακλείδησ τοὺσ συνεκπλεύσαντασ μετ’ αὐτοῦ στρατιώτασ καὶ ναύτασ ἐν Μεσσήνῃ καθήμενοσ ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνοσ ὡσ τυραννεῖν μέλλοντοσ· αὐτὸσ δὲ πρὸσ Διονύσιον ἐποιεῖτο συνθήκασ κρύφα διὰ Φάρακοσ τοῦ Σπαρτιάτου.

SEARCH

MENU NAVIGATION