호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡμέρα δ ὡς ἦν, τῶν μὲν ἄλλων οὐδεὶς ὑπέμεινε δημαγωγῶν, ἀλλὰ καταγνόντες ἑαυτῶν ἔφυγον, Ἡρακλείδης δὲ καὶ Θεοδότης αὐτοὶ κομίσαντες ἑαυτοὺς τῷ Δίωνι παρέδωκαν, ἀδικεῖν ὁμολογοῦντες καὶ δεόμενοι βελτίονος ἐκείνου τυχεῖν γεγόνασιν αὐτοὶ περὶ ἐκεῖνον πρέπειν δὲ Δίωνι τήν ἄλλην ἅπασαν ἀρετὴν ἀσύγκριτον ἔχοντι καὶ πρὸς ὀργὴν κρείττονι φανῆναι τῶν ἠγνωμονηκότων, οἳ περὶ οὗ πρότερον ἐστασίασαν πρὸς αὐτόν νῦν ἥκουσιν ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντες.? ταῦτα τῶν περὶ τὸν Ἡρακλείδην δεομένων οἱ μὲν φίλοι παρεκελεύοντο τῷ Δίωνι μὴ φείδεσθαι κακῶν καὶ βασκάνων ἀνθρώπων, ἀλλὰ καὶ τοῖς στρατιώταις χαρίσασθαι τὸν Ἡρακλείδην καὶ τοῦ πολιτεύματος ἐξελεῖν δημοκοπίαν, ἐπιμανὲς νόσημα, τυραννίδος οὐκ ἔλαττον.
ὁ δὲ Δίων παραμυθούμενος αὐτοὺς ἔλεγεν ὡς τοῖς μὲν ἄλλοις στρατηγοῖς πρὸς ὅπλα καὶ πόλεμον ἡ πλείστη τῆς ἀσκήσεώς ἐστιν, αὐτῷ δὲ πολὺν χρόνον ἐν Ἀκαδημείᾳ μεμελέτηται θυμοῦ περιεῖναι καὶ φθόνου καὶ φιλονεικίας πάσης: ὧν ἐπίδειξίς ἐστιν οὐχ ἡ πρὸς φίλους καὶ χρηστοὺς μετριότης, ἀλλ εἴ τις ἀδικούμενος εὐπαραίτητος εἰή καὶ πρᾷος τοῖς ἁμαρτάνουσι: βούλεσθαι δ Ἡρακλείδου μὴ τοσοῦτον δυνάμει καὶ φρονήσει κρατῶν ὅσον χρηστότητι καὶ δικαιοσύνῃ φανῆναι:
τὸ γὰρ ἀληθῶς βέλτιον ἐν τούτοις: αἱ δὲ τοῦ πολέμου κατορθώσεις, εἰ καὶ ἀνθρώπων μηδένα, τήν γε τύχην διαμφισβητοῦσαν ἔχουσιν. εἰ δ Ἡρακλείδης ἄπιστος καὶ κακὸς διὰ φθόνον, οὔ τοι καὶ Δίωνα δεῖν θυμῷ διαφθεῖραι τήν ἀρετήν: ἀνθρώπου δὲ κακίαν, εἰ καὶ χαλεπόν ἐστιν, οὐχ οὕτως ἄγριον εἶναι παντάπασι καὶ δύσκολον ὥστε μὴ μεταβάλλειν χάριτι νικηθεῖσαν ὑπὸ τῶν πολλάκις εὖ ποιούντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기