- 텍스트

Plutarch, Dion, chapter 40

(플루타르코스, Dion, chapter 40)

Δίωνα δὲ Λεοντῖνοι λαμπραῖς ἐδέχοντο τιμαῖς, καὶ τοὺς ξένους ἀνελάμβανον μισθοῖς καὶ πολιτείαις πρὸς δὲ τοὺς Συρακουσίους ἐπρέσβευον ἀξιοῦντες τὰ δίκαια τοῖς ξένοις ποιεῖν.? οἱ δὲ πρέσβεις ἔπεμψαν κατηγορήσοντας Δίωνος τῶν δὲ συμμάχων ἁπάντων εἰς Λεοντίνους ἁθροισθέντων καὶ γενομένων λόγων ἐν αὐτοῖς, ἔδοξαν ἀδικεῖν οἱ Συρακούσιοι: τοῖς δὲ κριθεῖσιν ὑπὸ τῶν συμμάχων οὐκ ἐνέμειναν τρυφῶντες ἤδη καὶ μεγαλοφρονοῦντες ἐπὶ τῷ μηδενὸς ἀκούειν, ἀλλὰ χρῆσθαι δουλεύουσι καὶ φοβουμένοις τὸν δῆμον στρατηγοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION