- 텍스트

Plutarch, Dion, chapter 38 2:

(플루타르코스, Dion, chapter 38 2:)

ἐπεὶ δὲ φυλάξαντες εὐδίαν σταθερὰν οἱ δημαγωγοὶ συνετέλουν τὰς ἀρχαιρεσίας, βοῦς ἁμαξεὺς οὐκ ἀήθης οὐδ ἄπειρος ὄχλων, ἄλλως δέ πως τότε πρὸς τὸν ἐλαύνοντα θυμωθεὶς καὶ φυγὼν ἀπὸ τοῦ ζυγοῦ, δρόμῳ πρὸς τὸ θέατρον ὡρ´μησε:? καὶ τὸν μὲν δῆμον εὐθὺς ἀνέστησε καὶ διεσκέδασεν οὐδενὶ κόσμῳ φεύγοντα, τῆς δ ἄλλης πόλεως ἐπέδραμε σκιρτῶν καὶ ταράττων ὅσον ὕστερον οἱ πολέμιοι κατέσχον. οὐ μὴν ἀλλὰ ταῦτα χαίρειν ἐάσαντες οἱ Συρακούσιοι πέντε καὶ εἴκοσι στρατηγοὺς ἐχειροτόνησαν, ὧν εἷς ἦν Ἡρακλείδης:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION