- 텍스트

Plutarch, Dion, chapter 38

(플루타르코스, Dion, chapter 38)

ἐκκλησιάζουσι δ αὐτοῖς ἐπὶ νέαις ἀρχαῖς, θέρους μεσοῦντος, ἐξαίσιοι βρονταὶ καὶ διοσημίαι πονηραὶ συνέβαινον ἐφ ἡμέρας δεκαπέντε συνεχῶς, ἀνιστᾶσαι τὸν δῆμον ὑπὸ δεισιδαιμονίας κωλυόμενον ἑτέρους ἀποδεῖξαι στρατηγούς.? ἐπεὶ δὲ φυλάξαντες εὐδίαν σταθερὰν οἱ δημαγωγοὶ συνετέλουν τὰς ἀρχαιρεσίας, βοῦς ἁμαξεὺς οὐκ ἀήθης οὐδ ἄπειρος ὄχλων, ἄλλως δέ πως τότε πρὸς τὸν ἐλαύνοντα θυμωθεὶς καὶ φυγὼν ἀπὸ τοῦ ζυγοῦ, δρόμῳ πρὸς τὸ θέατρον ὡρ´μησε:

καὶ τὸν μὲν δῆμον εὐθὺς ἀνέστησε καὶ διεσκέδασεν οὐδενὶ κόσμῳ φεύγοντα, τῆς δ ἄλλης πόλεως ἐπέδραμε σκιρτῶν καὶ ταράττων ὅσον ὕστερον οἱ πολέμιοι κατέσχον. οὐ μὴν ἀλλὰ ταῦτα χαίρειν ἐάσαντες οἱ Συρακούσιοι πέντε καὶ εἴκοσι στρατηγοὺς ἐχειροτόνησαν, ὧν εἷς ἦν Ἡρακλείδης: καὶ τοὺς ξένους ὑποπέμποντες κρύφα τοῦ Δίωνος ἀφίστασαν καὶ μετεκάλουν πρὸς αὑτούς, ἐπαγγελλόμενοι καὶ τῆς πολιτείας ἰσομοιρίαν.

οἱ δὲ ταῦτα μὲν οὐ προσεδέξαντο, τὸν δὲ Δίωνα πιστῶς καὶ προθύμως μετὰ τῶν ὅπλων ἀναλαβόντες καὶ συμφράξαντες ὑπῆγον ἐκ τῆς πόλεως, ἀδικοῦντες μὲν οὐδένα, πολλὰ δὲ τοὺς ἐντυγχάνοντας εἰς ἀχαριστίαν καὶ μοχθηρίαν ὀνειδίζοντες. οἱ δὲ τῆς ὀλιγότητος αὐτῶν καὶ τοῦ μὴ προεπιχειρεῖν καταφρονήσαντες, καὶ γενόμενοι πολὺ πλείους ἐκείνων, ἐφώρμησαν ὡς ῥᾳδίως ἐπικρατήσοντες ἐν τῇ πόλει καὶ πάντας αὐτοὺς κατακτενοῦντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION