- 텍스트

Plutarch, Dion, chapter 33

(플루타르코스, Dion, chapter 33)

καὶ πρῶτον μὲν εἰς ἐκκλησίαν ἀφ αὑτῶν συνδραμόντες εἵλοντο τὸν Ἡρακλείδην ναύαρχον.? ἐπεὶ δὲ Δίων παρελθὼν ᾐτιᾶτο τὴν ἐκείνῳ διδομένην ἀρχὴν ἀφαίρεσιν εἶναι τῆς πρότερον αὐτῷ δεδομένης, οὐκέτι γὰρ αὐτοκράτωρ μένειν, ἂν ἄλλος ἡγῆται τῶν κατὰ θάλασσαν, ἄκοντες οἱ Συρακούσιοι πάλιν ἀπεψηφίσαντο τὸν Ἡρακλείδην. γενομένων δὲ τούτων μεταπεμψάμενος αὐτὸν ὁ Δίων οἴκαδε, καὶ μικρὰ μεμψάμενος, ὡς οὐ καλῶς οὐδὲ συμφερόντως ὑπὲρ δόξης στασιάζοντα πρὸς αὐτὸν ἐν καιρῷ ῥοπῆς ὀλίγης δεομένῳ πρὸς ἀπώλειαν, αὖθις ἐκκλησίαν αὐτὸς συναγαγών ναύαρχον ἀπέδειξε τὸν Ἡρακλείδην, καὶ τοῦ σώματος ἔπεισε φυλακὴν δοῦναι τοὺς πολίτας, ὥσπερ αὐτὸς εἶχεν.

ὁ δὲ τῷ μὲν λόγῳ καὶ τῷ σχήματι τὸν Δίωνα θεραπεύων καὶ χάριν ὁμολογῶν ἔχειν παρηκολούθει ταπεινός, ὑπηρετῶν τὸ κελευόμενον, κρύφα δὲ τοὺς πολλοὺς καὶ νεωτεριστὰς διαφθείρων καὶ ὑποκινῶν, θορύβοις τὸν Δίωνα περιέβαλλεν, εἰς ἅπασαν ἀπορίαν καθιστάμενον.

εἴτε γὰρ ἀφιέναι κελεύοι Διονύσιον ὑπόσπονδον ἐκ τῆς ἄκρας, διαβολὴν εἶχε φείδεσθαι καὶ περισῴζειν ἐκεῖνον, εἴτε λυπεῖν μὴ βουλόμενος ἐπὶ τῆς πολιορκίας ἡσυχάζοι, διατηρεῖν ἐδόκει τὸν πόλεμον, ὡς μᾶλλον ἄρχοι καὶ καταπλήττοιτο τοὺς πολίτας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION