호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενομένης δὲ λαμπρᾶς τῆς νίκης οἱ μὲν Συρακούσιοι τοὺς ξένους ἑκατὸν μναῖς ἐστεφάνωσαν, οἱ δὲ ξένοι Δίωνα χρυσῷ στεφάνῳ.? "τῷ πατρὶ, παρ Ἱππαρίνου: τοῦτο γὰρ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. καίτοι φησὶ Τίμαιος Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀρετῆς καλεῖσθαι:
Τιμωνίδῃ δὲ μᾶλλον, ὡς οἰόμαι, περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ Δίωνος, αἱ μὲν οὖν ἄλλαι τοῖς Συρακουσίοις ἀνεγνώσθησαν ἐπιστολαί πολλὰς ἱκεσίας καὶ δεήσεις ἔχουσαι παρὰ τῶν γυναικῶν, τὴν δὲ παρὰ τοῦ παιδὸς εἶναι δοκοῦσαν οὐκ ἐώντων φανερῶς λυθῆναι βιασάμενος ὁ Δίων ἔλυσεν. ὑπομνήσεις τε γὰρ ἦσαν ὧν ὑπὲρ τῆς τυραννίδος ἔπραξε προθύμως, καὶ κατὰ τῶν φιλτάτων ἀπειλαὶ σωμάτων, ἀδελφῆς καί τέκνου καὶ γυναικός, ἐπισκήψεις τε δειναὶ μετ ὀλοφυρμῶν, καί τὸ μάλιστα κινῆσαν αὐτόν, ἀξιοῦντος μὴ καθαιρεῖν, ἀλλὰ παραλαμβάνειν τὴν τυραννίδα, μηδ ἐλευθεροῦν μισοῦντας ἀνθρώπους καὶ μνησικακοῦντας, ἀλλ αὐτὸν ἄρχειν, παρέχοντα τοῖς φίλοις καὶ οἰκείοις τὴν ἀσφάλειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기