- 텍스트

Plutarch, Dion, chapter 30

(플루타르코스, Dion, chapter 30)

Διονύσιος δὲ πρῶτον ἰδίᾳ πρὸς Δίωνα πρέσβεις ἔπεμπεν ἀποπειρώμενος:? ἔπειτα κελεύσαντος ἐκείνου διαλέγεσθαι κοινῇ Συρακουσίοις ὡς ἐλευθέροις οὖσιν, ἐγένοντο λόγοι διὰ τῶν πρέσβεων παρὰ τοῦ τυράννου φιλάνθρωποι, φόρων ὑπισχνουμένου μετριότητα καὶ ῥᾳστώνην στρατειῶν, ὧν ἂν αὐτοὶ σύμψηφοι γένωνται. ταῦτα ἐχλεύαζον οἱ Συρακούσιοι.

Δίων δ ἀπεκρίνατο τοῖς πρέσβεσι μὴ διαλέγεσθαι πρὸς αὐτοὺς Διονύσιον, εἰ μὴ τὴν ἀρχὴν ἀφίησιν ἀφέντι δὲ συμπράξειν ἄδειαν αὐτός, κἂν ἄλλο τι τῶν μετρίων δύνηται, μεμνημένος τῆς οἰκειότητος. ταῦτα Διονύσιος ἐπῄνει, καὶ πάλιν ἔπεμπε πρέσβεις κελεύων ἥκειν τινὰς εἰς τὴν ἀκρόπολιν τῶν Συρακουσίων, οἷς τὰ μὲν πείθων, τὰ δὲ πειθόμενος διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων, ἐπέμφθησαν οὖν ἄνδρες πρὸς αὐτὸν οὓς Δίων ἐδοκίμασε. καὶ λόγος πολὺς ἐκ τῆς ἄκρας εἰς τούς Συρακουσίους κατῄει Διονύσιον ἀφήσειν τὴν τυραννίδα καὶ μᾶλλον ἑαυτοῦ ποιήσεσθαι χάριν ἢ Δίωνος.

ἦν δὲ δόλος ἡ προσποίησις αὕτη τοῦ τυράννου καὶ σκευωρία κατὰ τῶν Συρακουσίων, τούς μὲν γὰρ ἐλθόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως συγκλείσας εἶχε, τούς δὲ μισθοφόρους πρὸς ὄρθρον ἐμπλήσας ἀκράτου δρόμῳ πρὸς τὸ περιτείχισμα τῶν Συρακουσίων ἐφῆκε: γενομένης δὲ τῆς προσβολῆς ἀνελπίστου καὶ τῶν βαρβάρων θράσει πολλῷ καὶ θορύβῳ καθαιρούντων τὸ διατείχισμα καὶ τοῖς Συρακουσίοις ἐπιφερομένων, οὐδεὶς ἐτόλμα μένων ἀμύνεσθαι, πλὴν τῶν ξένων τῶν Δίωνος, οἳ πρῶτον αἰσθόμενοι τὸν θόρυβον ἐξεβοήθησαν.

οὐδ οὗτοι δὲ τῆς βοηθείας τὸν τρόπον συνεφρόνουν οὐδ εἰσήκουον ὑπὸ κραυγῆς καὶ πλάνης τῶν φευγόντων Συρακουσίων ἀναπεφυρμένων αὐτοῖς καὶ διεκθεόντων, πρίν γε δὴ Δίων, ἐπεὶ λέγοντος οὐδεὶς κατήκουεν, ἔργῳ τὸ πρακτέον ὑφηγήσασθαι βουλόμενος ἐμβάλλει πρῶτος εἰς τούς βαρβάρους, καὶ γίνεται περὶ αὐτὸν ὀξεῖα καὶ δεινὴ μάχη, γινωσκόμενον οὐχ ἧττον ὑπὸ τῶν πολεμίων ἢ τῶν φίλων:

ὡρ´μησαν γὰρ ἅμα πάντες ἐμβοήσαντες.

ὁ δ ἦν μὲν ἤδη βαρύτερος δι ἡλικίαν ἢ κατὰ τοιούτους ἀγῶνας, ἀλκῇ δὲ καὶ θυμῷ τούς προσφερομένους ὑφιστάμενος καὶ ἀνακόπτων τιτρώσκεται λόγχῃ τὴν χεῖρα, πρὸς δὲ τὰ ἄλλα βέλη καὶ τὰς ἐκ χειρὸς πληγὰς μόλις ὁ θώραξ ἤρκεσε διὰ τῆς ἀσπίδος δόρασι πολλοῖς καὶ λόγχαις τυπτόμενος ὧν κατακλασθέντων κατέπεσεν ὁ Δίων. εἶτα ἀναρπασθεὶς ὑπὸ τῶν στρατιωτῶν ἐκείνοις μὲν ἡγεμόνα Τιμωνίδην ἐπέστησεν, αὐτὸς δὲ τὴν πόλιν ἵππῳ περιελαύνων τούς τε Συρακουσίους ἔπαυε φυγῆς, καὶ τῶν ξένων τούς φυλάττοντας τὴν Ἀχραδινὴν ἀναστήσας ἐπῆγε τοῖς βαρβάροις ἀκμῆτας ἐκπεπονημένοις καὶ προθύμους ἀπαυδῶσιν ἤδη πρὸς τὴν πεῖραν.

ἐλπίσαντες γὰρ ἅμα τῇ πρώτῃ ῥύμῃ τὴν πόλιν ἅπασαν ἐξ ἐπιδρομῆς καθέξειν, εἶτα παρὰ δόξαν ἐντυγχάνοντες ἀνδράσι πλήκταις καὶ μαχίμοις ἀνεστέλλοντο πρὸς τὴν ἀκρόπολιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION