호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δ ὑπὸ τὴν ἀκρόπολιν καὶ τὰ Πεντάπυλα, Διονυσίου κατασκευάσαντος, ἡλιοτρόπιον καταφανὲς καὶ ὑψηλόν.? ἐπὶ τοῦτο προβὰς ἐδημηγόρησε καὶ παρώρμησε τοὺς πολίτας ἀντέχεσθαι τῆς ἐλευθερίας, οἱ δὲ χαίροντες καὶ φιλοφρονούμενοι κατέστησαν ἀμφοτέρους αὐτοκράτορας στρατηγούς, καὶ προσείλοντο, βουλομένων καὶ δεομένων ἐκείνων, αὐτοῖς συνάρχοντας εἴκοσιν, ὧν ἡμίσεις ἦσαν ἐκ τῶν μετὰ Δίωνος ἀπὸ τῆς φυγῆς συγκατερχομένων, τοῖς δὲ μάντεσιν αὖθις ἐδόκει τὸ μὲν ὑπὸ πόδας λαβεῖν τὸν Δίωνα δημηγοροῦντα τὴν φιλοτιμίαν καὶ τὸ ἀνάθημα τοῦ τυράννου λαμπρὸν εἶναι σημεῖον ὅτι δ ἡλιοτρόπιον ἦν ἐφ οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기