- 텍스트

Plutarch, Dion, chapter 28

(플루타르코스, Dion, chapter 28)

οὗτοι μὲν οὖν πρῶτοι δίκην ἐδίδοσαν ὑπὸ τῶν προστυγχανόντων ἀποτυμπανιζόμενοι Τιμοκράτης δὲ συμμῖξαι τοῖς φρουροῦσι τὴν ἀκρόπολιν μὴ δυνηθείς ἵππον λαβὼν διεξέπεσε τῆς πόλεως καὶ πάντα φεύγων ἐνέπλησε φόβου καὶ ταραχῆς, ἐπὶ μεῖζον αἴρων τὰ τοῦ Δίωνος, ὡς μὴ δοκοίη μέτριόν τι δείσας ἀποβεβληκέναι τὴν πόλιν.? ἐν τούτῳ δὲ καὶ Δίων προσερχόμενος ἤδη καταφανὴς ἦν, πρῶτος αὐτὸς ὡπλισμένος λαμπρῶς, καὶ παρ αὐτὸν ἔνθεν μὲν ὁ ἀδελφὸς Μεγακλῆς, ἔνθεν δὲ Κάλλιππος ὁ Ἀθηναῖος, ἐστεφανωμένοι.

τῶν δὲ ξένων ἑκατὸν μὲν εἵποντο φύλακες περὶ τὸν Δίωνα, τοὺς δ ἄλλους ἦγον οἱ λοχαγοὶ διακεκοσμημένους, θεωμένων τῶν Συρακουσίων καὶ δεχομένων ὥσπερ ἱεράν τινα καὶ θεοπρεπῆ πομπὴν ἐλευθερίας καὶ δημοκρατίας δι ἐτῶν ὀκτὼ καὶ τετταράκοντα κατιούσης εἰς τὴν πόλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION