- 텍스트

Plutarch, Dion, chapter 27

(플루타르코스, Dion, chapter 27)

Διονύσιος μὲν οὖν ὀψὲ καὶ παρ ἑτέρων ἔμελλε πυνθάνεσθαι τὸν ἐν Σικελίᾳ πόλεμον, Δίωνι δὲ πορευομένῳ Καμαριναῖοί τε προσέθεντο καὶ τῶν κατ ἀγροὺς Συρακουσίων ἀνισταμένων ἐπέρρει πλῆθος οὐκ ὀλίγον.? οἱ δὲ μετὰ Τιμοκράτους τὰς Ἐπιπολὰς φυλάσσοντες Λεοντῖνοι καὶ Καμπανοί, λόγον ψευδῆ προσπέμψαντος εἰς αὐτοὺς τοῦ Δίωνος ὡς ἐπὶ τὰς πόλεις πρῶτον τρέποιτο τὰς ἐκείνων, ἀπολιπόντες ᾤχοντο τὸν Τιμοκράτην τοῖς οἰκείοις βοηθήσοντες. ὡς δ ἀπηγγέλη ταῦτα πρὸς τὸν Δίωνα περὶ τὰς Ἄκρας στρατοπεδεύοντα, νυκτὸς ἔτι τοὺς στρατιώτας ἀναστήσας πρὸς τὸν Ἄναπον ποταμὸν ἧκεν, ἀπέχοντα τῆς πόλεως δέκα σταδίους.

ἐνταῦθα δὲ τὴν πορείαν ἐπιστήσας ἐσφαγιάζετο πρὸς τὸν ποταμόν, ἀνατέλλοντι τῷ ἡλίῳ προσευξάμενος: ἅμα δ οἱ μάντεις παρὰ τῶν θεῶν νίκην ἔφραζον αὐτῷ. ἦσαν δὲ πεντακισχιλίων οὐκ ἐλάττους προσγεγονότες κατὰ τὴν ὁδόν ὡπλισμένοι δὲ φαύλως ἐκ τοῦ προστυχόντος ἀνεπλήρουν τῇ προθυμίᾳ τὴν τῆς παρασκευῆς ἔνδειαν, ὥστε κινήσαντος τοῦ Δίωνος δρόμῳ χωρεῖν μετὰ χαρᾶς καὶ βοῆς ἀλλήλους παρακαλοῦντας ἐπὶ τὴν ἐλευθερίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION