호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτε γὰρ ἐν Συρακούσαις Πλάτων διέτριβεν, οἱ περὶ Σπεύσιππον, ὡς ἐοίκε, μᾶλλον ἀναμιγνύμενοι τοῖς ἀνθρώποις κατεμάνθανον τὴν διάνοιαν αὐτῶν, καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δ ἐπίστευσαν.? ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδ ὁπλίτας μηδ ἵππους, ἀλλ αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα Σικελιώταις ἐπὶ τὸν Διονύσιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기