- 텍스트

Plutarch, Dion, chapter 20

(플루타르코스, Dion, chapter 20)

ἐν τοιούτῳ δὲ κινδύνῳ γενομένου τοῦ Πλάτωνος οἱ περὶ Ἀρχύταν πυθόμενοι ταχὺ πέμπουσι πρεσβείαν καὶ τριακόντορον, ἀπαιτοῦντες τὸν ἄνδρα παρὰ Διονυσίου καὶ λέγοντες ὡς αὐτοὺς λαβὼν ἀναδόχους τῆς ἀσφαλείας πλεύσειεν εἰς Συρακούσας.? ἀπολεγομένου δὲ τοῦ Διονυσίου τὴν ἔχθραν ἑστιάσεσι καὶ φιλοφροσύναις περὶ τὴν προπομπήν, ἓν δέ τι προαχθέντος πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν: "ἦ που, Πλάτων, πολλὰ καὶ δεινὰ κατηγορήσεις ἡμῶν πρὸς τοὺς συμφιλοσοφοῦντας:

"μὴ τοσαύτη λόγων ἐν Ἀκαδημείᾳ γένοιτο σπάνις ὥστε σοῦ τινα μνημονεῦσαι. τοιαύτην μὲν τὴν ἀποστολὴν τοῦ Πλάτωνος γενέσθαι λέγουσιν: οὐ μέντοι τὰ Πλάτωνος αὐτοῦ πάνυ τούτοις συνᾴδει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION