- 텍스트

Plutarch, Dion, chapter 12

(플루타르코스, Dion, chapter 12)

οὗτος μὲν οὖν εὐθὺς κατελθὼν διεπεφύκει τῆς τυραννίδος τῷ δὲ Δίωνι καὶ παρ ἄλλων ἐτύγχανον οὖσαι διαβολαὶ καὶ κατηγορίαι πρός τὸν τύραννον, ὡς διειλεγμένῳ περὶ καταλύσεως τῆς ἀρχῆς πρός τε Θεοδότην καὶ πρός Ἡρακλείδην.? ἄρχοντα τὸν Διονύσιον καταστήσειν εἰ δὲ ἀντιβαίνοι καὶ μὴ μαλάσσοιτο, καταλύσας ἐκεῖνον ἐγνώκει τὴν πολιτείαν ἀποδιδόναι Συρακουσίοις, οὐκ ἐπαινῶν μὲν δημοκρατίαν, πάντως δὲ βελτίω τυραννίδος ἡγούμενος τοῖς διαμαρτάνουσιν ὑγιαινούσης ἀριστοκρατίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION