- 텍스트

Plutarch, Dion, chapter 10 2:

(플루타르코스, Dion, chapter 10 2:)

πᾶσαν δέησιν ἐλθεῖν εἰς Σικελίαν ἐλθόντι δὲ παρασχεῖν αὑτόν, ὅπως διακοσμηθεὶς τὸ ἦθος εἰς ἀρετῆς λόγον, καὶ πρὸς τὸ θειότατον ἀφομοιωθεὶς παράδειγμα τῶν ὄντων καὶ κάλλιστον, ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί, πολλὴν μὲν εὐδαιμονίαν ἑαυτῷ μηχανήσεται, πολλὴν δὲ τοῖς πολίταις, ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετ εὐμενείας πατρονομούμενα παρασχών καὶ γενόμενος βασιλεὺς ἐκ τυράννου.??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION