호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πᾶσαν δέησιν ἐλθεῖν εἰς Σικελίαν ἐλθόντι δὲ παρασχεῖν αὑτόν, ὅπως διακοσμηθεὶς τὸ ἦθος εἰς ἀρετῆς λόγον, καὶ πρὸς τὸ θειότατον ἀφομοιωθεὶς παράδειγμα τῶν ὄντων καὶ κάλλιστον, ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί, πολλὴν μὲν εὐδαιμονίαν ἑαυτῷ μηχανήσεται, πολλὴν δὲ τοῖς πολίταις, ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετ εὐμενείας πατρονομούμενα παρασχών καὶ γενόμενος βασιλεὺς ἐκ τυράννου.? τοὺς γὰρ ἀδαμαντίνους δεσμοὺς οὐχ, ὥσπερ ὁ πατὴρ ἔλεγεν αὐτοῦ, φόβον καὶ βίαν καὶ νεῶν πλῆθος εἶναι καὶ βαρβάρων μυρίανδρον φυλακήν, εὔνοιαν δὲ καὶ προθυμίαν καὶ χάριν ἐγγενομένην ὑπ ἀρετῆς καὶ δικαιοσύνης, ἅ, καίπερ ὄντα μαλακώτερα τῶν συντόνων καὶ σκληρῶν ἐκείνων, ἰσχυρότερα πρὸς διαμονὴν ἡγεμονίας ὑπάρχειν.
χωρὶς δὲ τούτων ἀφιλότιμον εἶναι καὶ ἄζηλον τὸν ἄρχοντα, τῷ μὲν σώματι περιττῶς ἀμπεχόμενον καὶ τῇ περὶ τὴν οἴκησιν ἁβρότητι καὶ κατασκευῇ λαμπρυνόμενον, ὁμιλίᾳ δὲ καὶ λόγῳ μηδὲν ὄντα τοῦ προστυχόντος σεμνότερον, μηδὲ τῆς ψυχῆς τὸ βασίλειον ἀξιοῦντα κεκοσμημένον ἔχειν βασιλικῶς καὶ πρεπόντως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기