호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φύσει γὰρ οὐ γεγόνει τῶν φαυλοτάτων τυράννων ὁ Διονύσιος, ἀλλ ὁ πατὴρ, δεδοικώς μὴ φρονήματος μεταλαβὼν καὶ συγγενόμενος νοῦν ἔχουσιν ἀνθρώποις ἐπιβουλεύσειεν αὐτῷ καὶ παρέλοιτο τὴν ἀρχήν, ἐφρούρει κατάκλειστον οἴκοι, δι ἐρημίαν ὁμιλίας ἑτέρας καὶ ἀπειρίᾳ πραγμάτων, ὥς φασιν, ἁμάξια καὶ λυχνίας καὶ δίφρους ξυλίνους καὶ τραπέζας τεκταινόμενον, οὕτω γὰρ ἦν ἄπιστος καὶ πρὸς ἅπαντας ἀνθρώπους ὕποπτος καὶ προβεβλημένος διὰ φόβον ὁ πρεσβύτερος Διονύσιος ὥστε μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀφελεῖν κουρικαῖς μαχαίραις, ἀλλὰ τῶν πλαστῶν τις ἐπιφοιτῶν ἄνθρακι τὴν κόμην περιέκαιεν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기