- 텍스트

Plutarch, Dion, chapter 8

(플루타르코스, Dion, chapter 8)

ἦν οὖν, ὡς εἰκὸς, ὁ Δίων ἐπαχθής εἰς οὐδὲν ἡδὺ καὶ νεωτερικὸν ἐνδιδοὺς ἑαυτόν, διὸ καὶ πιθανὰ κακιῶν προσρήματα ταῖς ἀρεταῖς ἐπιφέροντες αὐτοῦ διέβαλλον, ὑπεροψίαν τὴν σεμνότητα καὶ τὴν παρρησίαν αὐθάδειαν ἀποκαλοῦντες:? καὶ νουθετῶν κατηγορεῖν ἐδόκει καὶ μὴ συνεξαμαρτάνων καταφρονεῖν. ἀμέλει δὲ καὶ φύσει τινὰ τὸ ἦθος ὄγκον εἶχεν αὐτοῦ καὶ τραχύτητα δυσπρόσοδον ἐντεύξει καὶ δυσξύμβολον.

οὐ γὰρ μόνον ἀνδρὶ νέῳ καὶ διατεθρυμμένῳ τὰ ὦτα κολακείαις ἄχαρις ἦν συγγενέσθαι καὶ προσάντης, πολλοὶ δὲ καὶ τῶν πάνυ χρωμένων αὐτῷ καὶ τὴν ἁπλότητα καὶ τὸ γενναῖον ἀγαπώντων τοῦ τρόπου κατεμέμφοντο τῆς ὁμιλίας, ὡς ἀγροικότερον καὶ βαρύτερον πολιτικῶν χρειῶν τοῖς δεομένοις συναλλάσσοντα. περὶ ὧν καὶ Πλάτων ὕστερον ὥσπερ ἀποθεσπίζων ἔγραψε πρὸς αὐτόν ἐξευλαβεῖσθαι τὴν αὐθάδειαν ὡς ἐρημίᾳ συνοικοῦσαν.

οὐ μὴν ἀλλὰ τότε πλείστου δοκῶν ἄξιος ὑπάρχειν διὰ τὰ πράγματα καὶ μόνος ἢ μάλιστα τὴν τυραννίδα σαλεύουσαν ἀνορθοῦν καὶ διαφυλάττειν, ἐγίνωσκεν οὐ πρὸς χάριν, ἀλλ ἄκοντος ὑπὸ χρείας τοῦ τυράννου πρῶτος ὢν καὶ μέγιστος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION