- 텍스트

Plutarch, Dion, chapter 3

(플루타르코스, Dion, chapter 3)

Διονύσιος ὁ πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακουσίου θυγατέρα, ταύτην, οὔπω τῆς τυραννίδος ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακούσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφ αἷς προήκατο τὸν βίον ἑκουσίως.? Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός, λέγεται δ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων.

καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης:

ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος, ἡ δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION