호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δὲ τύχαι, τοῖς συμπτώμασι μᾶλλον ἢ ταῖς προαιρέσεσιν οὖσαι αἱ αὐταί, συνάγουσι τῶν ἀνδρῶν τοὺς βίους εἰς ὁμοιότητα.? προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους, εἰς ὃ προὔθεντο τὰς πράξεις ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων καταθέσθαι μὴ δυνηθέντες. ὃ δὲ πάντων θαυμασιώτατον, ὅτι καὶ τὸ δαιμόνιον ἀμφοτέροις ὑπεδήλωσε τὴν τελευτήν, ὁμοίως ἑκατέρῳ φάσματος εἰς ὄψιν οὐκ εὐμενοῦς παραγενομένου. καίτοι λόγος τίς ἐστι τῶν ἀναιρούντων τὰ τοιαῦτα, μηδενὶ ἂν νοῦν ἔχοντι προσπεσεῖν φάντασμα δαίμονος μηδὲ εἴδωλον, Ἀλλὰ παιδάρια καὶ γύναια καὶ παραφόρους δι ἀσθένειαν ἀνθρώπους ἔν τινι πλάνῳ ψυχῆς ἢ δυσκρασίᾳ σώματος γενομένους δόξας ἐφέλκεσθαι κενὰς καὶ ἀλλοκότους, δαίμονα πονηρὸν ἐν αὑτοῖς τὴν δεισιδαιμονίαν ἔχοντας.
εἰ δὲ Δίων καὶ Βροῦτος, ἄνδρες ἐμβριθεῖς καὶ φιλόσοφοι καὶ πρὸς οὐδὲν ἀκροσφαλεῖς οὐδ εὐάλωτοι πάθος, οὕτως ὑπὸ φάσματος διετέθησαν ὥστε καὶ φράσαι πρὸς ἑτέρους, οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον, ὡς τὰ φαῦλα δαιμόνια καὶ βάσκανα, προσφθονοῦντα τοῖς ἀγαθοῖς ἀνδράσι καὶ ταῖς πράξεσιν ἐνιστάμενα, ταραχὰς καὶ φόβους ἐπάγει, σείοντα καὶ σφάλλοντα τὴν ἀρετήν, ὡς μὴ διαμείναντες ἀπτῶτες ἐν τῷ καλῷ καὶ ἀκέραιοι βελτίονος ἐκείνων μοίρας μετὰ τὴν τελευτὴν τύχωσιν.
ἀλλὰ ταῦτα μὲν εἰς ἄλλον ἀνακείσθω λόγον.
ἐν τούτῳ δέ, δωδεκάτῳ τῶν παραλλήλων ὄντι βίων, τὸν τοῦ πρεσβυτέρου προεισαγάγωμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기