호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύλου μηδ ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ δείγματα:? τῆς δ ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν ἐστιν: ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδ ἁλώσιμον ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπ αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως,, καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον:
τῇ δὲ παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ μάλιστα δὲ τὸν πίθηκον λέγουσι.
καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλ ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων ἐπ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται.
καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων.
τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕποπτον αὐτῶν.
οὐδὲ τραχεῖαν ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται τεκμήριον αὐτοῖς.
καὶ τῶν τριχῶν τὰ καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ δι ὁμοιότητα τῆς χρόας λανθάνουσι. τὸ δ ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ἣτε κατ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται ὠμηστῇσιν ἐπ ἰχθύσι κῆρα φέρουσα:
παρακούοντες ἔνιοι βοείαις θριξὶν οἰόνται πρὸς τὰς ὁρμιὰς χρῆσθαι τοὺς παλαιούς:
γὰρ τὴν τρίχα λέγεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν: φιλόκοσμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν. ἔστι δ οὐκ ἀληθές: ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες:
αἱ γὰρ θήλειαι. τῷ οὔρῳ τὴν τρίχα βεβρεγμένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κεράτιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. τῶν δ ἀγκίστρων τοῖς μὲν στρογγύλοις, ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μικροστόμους ὄντας τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται:
πολλάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον:
ἂν δὲ μὴ δύνηται, συναγαγὼν τὸ στόμα καὶ περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος.
ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρι ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. καὶ ὑγρότητα μεταβάλλειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενομένων ἀποπίπτειν τὸ ἄγκιστρον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기