- 텍스트

Plutarch, De sollertia animalium, chapter, section 4

(플루타르코스, De sollertia animalium, chapter, section 4)

ς Κ�κλ.? καὶ βίοις καὶ πράξεσι καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι ἄλλην τε πολλὴν ἐνορῶν φλαυρότητα καὶ τῆς ἀρετῆς 1, πρὸς ἣν ὁ λόγος γέγονε, μηδένα ἐμφανῆ στοχασμὸν αὐτῶν μηδὲ προκοπὴν μηδ ὄρεξιν, ἀπορῶ πῶς ἡ φύσις ἔδωκε τὴν ἀρχὴν αὐτοῖς, ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις.

αυτ Ἀλλὰ τοῦτο μὲν οὐδ αὐτοῖς ἐκείνοις, ὦ Σώκλαρε, τοῖς ἀνδράσιν ἄτοπον εἶναι δοκεῖ:

τὴν γοῦν πρὸς τὰ ἔκγονα φιλοστοργίαν ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὔ φασιν αὐτοῖς οὐδ ἀξιοῦσι μετεῖναι δικαιοσύνης. ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ:

καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθ ἡδονῆς τούτοις ἔχουσαι πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. στέρησιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ἐνυπάρχουσαν.

ὁ δ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν:

ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ:

λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστιν.

ἣν δὲ ζητοῦσιν ὀρθότητα καὶ σοφίαν οὐδ ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν.

ὡς γὰρ ὄψεώς ἐστι πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν: οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες οὐδ ἀετοὶ πέτονται καὶ πέρδικες:

οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς εὑρομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος: κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας, ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας δειλίας ἀβελτερίας, ἔνεστιν αὐτοῖς.

καὶ μαρτυρεῖ τὸ νυνὶ πεποιηκὸς ἐν τοῖς νεανίσκοις τὴν ἅμιλλαν: ὡς γὰρ οὔσης τινὸς διαφορᾶς, οἱ μὲν τὰ χερσαῖά φασιν οἱ δὲ τὰ θαλάσσια μᾶλλον προῆχθαι φύσει πρὸς ἀρετήν:

ὃ δὴ καὶ δῆλόν ἐστι, παραβαλλομένων πελαργοῖς ἵππων ποταμίων:

τὰ ᾠὰ καὶ τοὺς νεοττούς.

ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος οὐκ οἶδ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χελιδόνας, ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς· ἀφιέναι τὸ περίττωμα.

καίτοι διὰ τί δένδρου δένδρον οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέοντος· οὐκ ἔστιν οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδ ἀκρατέστερον, οἷς μὴ φύσει πᾶσιν ἡ τοῦ 1 φρονεῖν δύναμις, ἄλλοις δ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION