호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν μὲν οὖν στρατιωτικῶν ἀγώνων οὗτος ἠγωνίσθη τῷ Καμίλλῳ τελευταῖος, τὴν γὰρ Οὐελιτρανῶν πόλιν εἷλεν ἐν παρέργῳ ταύτης τῆς στρατείας ἀμαχεὶ προσχωρήσασαν αὐτῷ.? τῶν δὲ πολιτικῶν ὁ μέγιστος ὑπελείπετο καὶ χαλεπώτερος πρὸς τὸν δῆμον ἰσχυρὸν ἐπανήκοντα τῇ νίκῃ καὶ βιαζόμενον ἐκ δημοτῶν ὕπατον ἀποδεῖξαι παρὰ τὸν καθεστῶτα νόμον, ἀντιταττομένης τῆς βουλῆς καὶ τὸν Κάμιλλον οὐκ ἐώσης ἀποθέσθαι τὴν ἀρχήν, ὡς μετ ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆς ἐκείνου μαχησομένων ἂν βέλτιον ὑπὲρ τῆς ἀριστοκρατίας. ἐπεὶ δὲ προκαθημένου τοῦ Καμίλλου καὶ χρηματίζοντος ἐπὶ τῆς ἀγορᾶς ὑπηρέτης πεμφθεὶς παρὰ τῶν δημάρχων ἐκέλευσεν ἀκολουθεῖν καὶ τὴν χεῖρα τῷ σώματι προσῆγεν ὡς ἀπάξων, κραυγὴ δὲ καὶ θόρυβος, οἱο῀ς οὔπω, κατέσχε τὴν ἀγοράν, τῶν μὲν περὶ τὸν Κάμιλλον ὠθούντων ἀπὸ τοῦ βήματος τὸν δημόσιον, τῶν δὲ πολλῶν κάτωθεν ἕλκειν ἐπικελευομένων, ἀπορούμενος τοῖς παροῦσι τὴν μὲν ἀρχὴν οὐ προήκατο, τοὺς δὲ βουλευτὰς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τὴν σύγκλητον.
καὶ πρὶν εἰσελθεῖν μεταστραφεὶς εἰς τὸ Καπιτώλιον εὔξατο τοῖς θεοῖς κατευθῦναι τὰ παρόντα πρὸς τὸ κάλλιστον τέλος, ὑποσχόμενος ναὸν Ὁμονοίας ἱδρύσασθαι τῆς ταραχῆς καταστάσης.
μεγάλου δ ἀγῶνος ἐν τῇ συγκλήτῳ γενομένου πρὸς τὰς ἐναντίας γνώμας, ὅμως ἐνίκησεν ἡ μαλακωτέρα καὶ ὑπείκουσα τῷ δήμῳ καὶ διδοῦσα τῶν ὑπάτων τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαιρεσιάσαι. ταῦτα δ ὡς τῇ βουλῇ δοκοῦντα τοῦ δικτάτορος ἀνειπόντος ἐν τῷ δήμῳ, παραχρῆμα μὲν, οἱο῀ν εἰκὸς, ἡδόμενοι τῇ βουλῇ διηλλάττοντο καὶ τὸν Κάμιλλον οἴκαδε κρότῳ καὶ βοῇ προέπεμπον.
τῇ δ ὑστεραίᾳ συνελθόντες ἐψηφίσαντο τῆς μὲν Ὁμονοίας ἱερόν, ὥσπερ εὔξατο Κάμιλλος, εἰς τὴν ἀγορὰν καὶ τὴν ἐκκλησίαν ἄποπτον ἐπὶ τοῖς γεγενημένοις ἱδρύσασθαι, ταῖς δὲ καλουμέναις Λατίναις μίαν ἡμέραν προσθέντας ἑορτάζειν τέτταρας, παραυ- τίκα δὲ θύειν καὶ στεφανηφορεῖν Ῥωμαίους ἅπαντας. τῶν δ ἀρχαιρεσίων βραβευθέντων ὑπὸ Καμίλλου κατεστάθησαν ὕπατοι Μᾶρκος μὲν Αἰμίλιος ἐκ πατρικίων, Λεύκιος δὲ Σέξτιος ἐκ δημοτῶν πρῶτος, καὶ τοῦτο πέρας αἱ Καμίλλου πράξεις ἔσχον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기