호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τῶν πραγμάτων δι ἀναρχίας φερομένων ἐς μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετ αὐτῶν διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기