- 텍스트

Plutarch, Camillus, chapter 39

(플루타르코스, Camillus, chapter 39)

καὶ τῶν πραγμάτων δι ἀναρχίας φερομένων ἐς μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετ αὐτῶν διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας.? οὐ μὴν ἀλλὰ πειρώμενος ἀμύνειν τοῖς παροῦσι, τὴν ἡμέραν γνοὺς, ἐν ᾗ νομοθετεῖν οἱ δήμαρχοι διενοοῦντο, προέγραψε στρατιᾶς κατάλογον καὶ μετεκάλει τὸν δῆμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ πεδίον μεγάλας ζημίας ἀπειλῶν κατὰ τοῦ μὴ ὑπακούσαντος.

τῶν δὲ δημάρχων ἐκεῖθεν αὖ πάλιν ἀντανισταμένων ταῖς ἀπειλαῖς καὶ διομνυμένων πέντε μυριάσιν ἀργυρίου ζημιώσειν, εἰ μὴ παύσαιτο τοῦ δήμου τὸν νόμον ἀφαιρούμενοις καὶ τὴν ψῆφον, εἴτε δείσας φυγὴν ἑτέραν καὶ καταδίκην, ὡς ἀνδρὶ πρεσβύτῃ καὶ κατειργασμένῳ μεγάλα μὴ πρέπουσαν, εἴτε τοῦ δήμου τὴν βίαν ἄμαχον οὖσαν καὶ δυσνίκητον ὑπερβαλέσθαι μὴ δυνάμενος μηδὲ βουλόμενος, τότε μὲν ὑπεχώρησεν οἴκαδε:

ταῖς δ ἑξῆς ἡμέραις σκηψάμενος ἀρρωστεῖν ἐξωμόσατο τὴν ἀρχήν. ἡ δὲ σύγκλητος ἕτερον δικτάτορα κατέστησε:

κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸν ἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκεν ἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυποῦντα τοὺς πατρικίους, ἐκέλευσε δ οὗτος μηδένα πλέθρων πεντακοσίων πλείονα χώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁ Στόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας: ὀλίγῳ δ ὕστερον αὐτὸς ἑάλω κεκτημένος ὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸν αὑτοῦ νόμον δίκην ἔδωκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION