- 텍스트

Plutarch, Camillus, chapter 38

(플루타르코스, Camillus, chapter 38)

ἐπανελθὼν δὲ μετὰ πολλῶν λαφύρων εἰς Ῥώμην ἐπέδειξε φρονιμωτάτους ἁπάντων τοὺς μὴ φοβηθέντας ἀσθένειαν καὶ γῆρας ἡγεμόνος ἐμπειρίαν καὶ τόλμαν ἔχοντος, ἀλλ ἑλομένους ἐκεῖνον ἄκοντα καὶ νοσοῦντα μᾶλλον ἢ τῶν ἐν ἡλικίᾳ τοὺς δεομένους καὶ σπουδάζοντας ἄρχειν.? διὸ καὶ Τουσκλανῶν ἀφεστάναι λεγομένων ἐκέλευον ἐξιέναι τὸν Κάμιλλον ἐπ αὐτούς ἕνα τῶν πέντε συστρατήγων προσελόμενον. ὁ δέ, καίπερ ἁπάντων βουλομένων καὶ δεομένων, ἐάσας τοὺς ἄλλους, προσείλετο Λεύκιον Φούριον οὐδενὸς ἂν προσδοκήσαντος, :

ἐκεῖνος γὰρ ἦν ὁ παρὰ γνώμην τοῦ Καμίλλου διαγωνίσασθαι προθυμηθεὶς ἔναγχος καὶ δυστυχήσας περὶ τὴν μάχην ἀλλὰ βουλόμενος, ὡς ἐοίκεν, ἀποκρύψαι τὴν συμφορὰν καὶ τὴν αἰσχύνην ἀπαλλάξαι τοῦ ἀνδρός ἀντὶ πάντων τοῦτον προῆγεν. οἱ δὲ Τουσκλανοὶ τὴν ἁμαρτίαν ἐπανορθούμενοι πανούργως, ἤδη βαδίζοντος ἐπ αὐτούς τοῦ Καμίλλου τὸ μὲν πεδίον ἀνθρώπων ὡς ἐν εἰρήνῃ γεωργούντων καὶ νεμόντων ἐνέπλησαν, τὰς δὲ πύλας εἶχον ἀνεῳγμένας καὶ τοὺς παῖδας ἐν τοῖς διδασκαλείοις μανθάνοντας, τοῦ δὲ δήμου τὸ μὲν βάναυσον ἐπὶ τῶν ἐργαστηρίων ἑωρᾶτο περὶ τάς τέχνας, τὸ δ ἀστεῖον ἐπὶ τῆς ἀγορᾶς ἐν ἱματίοις οἱ δ ἄρχοντες περιῄεσαν σπουδῇ καταλύσεις τοῖς Ῥωμαίοις ἐπαγγέλλοντες, ὡς οὐδὲν κακὸν προσδοκῶντες οὐδὲ συνειδότες.

τούτων δὲ πραττομένων ἀπιστεῖν μὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν, οἰκτείρας δὲ τὴν ἐπὶ τῇ προδοσίᾳ μετάνοιαν αὐτῶν ἐκέλευσε πρὸς τὴν σύγκλητον ἐλθόντας παραιτεῖσθαι τὴν ὀργήν καὶ παραιτουμένοις συνέπραξεν αὐτὸς ἀφεθῆναί τε τὴν πόλιν αἰτίας ἁπάσης καὶ μεταλαβεῖν ἰσοπολιτείας, αὗται μὲν οὖν ἐγένοντο τῆς ἕκτης χιλιαρχίας ἐπιφανέσταται πράξεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION