- 텍스트

Plutarch, Camillus, chapter 37

(플루타르코스, Camillus, chapter 37)

ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτην καλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω καί πού τινα καί φθόνον δεδιὼς καί νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καί κατορθώμασιν:? ἡ δὲ φανερωτάτη τῶν αἰτιῶν ἦν ἀρρωστία σώματος: ἐτύγχανε γὰρ νοσῶν περὶ τὰς ἡμέρας ἐκείνας. οὐ μὴν π.

,ρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ βοῶν μήτε ἱππεύοντος αὐτοῦ μήτε ὁπλομαχοῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι, βουλευομένου δὲ μόνον καί προστάττοντος, ἠνάγκασεν ὑποστῆναι τὴν στρατηγίαν καί μεθ ἑνὸς τῶν συναρχόντων Λευκίου Φουρίου τὸν στρατὸν ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους. οὗτοι δ ἦσαν Πραινεστῖνοι καί Οὐολοῦσκοι μετὰ πολλῆς δυνάμεως τὴν συμμαχίδα τῶν Ῥωμαίων πορθοῦντες. ἐξελθὼν δὲ καί παραστρατοπεδεύσας τοῖς πολεμίοις αὐτὸς μὲν ἠξίου τρίβειν τὸν πόλεμον χρόνῳ, κἂν εἰ μάχης δεήσειε ῥώσας τὸ σῶμα διαγωνίσασθαι, Λευκίου δὲ τοῦ συνάρχοντος ἐπιθυμίᾳ δόξης φερομένου πρὸς τὸν κίνδυνον ἀκατασχέτως καί συνεξορμῶντος ἅμα ταξιάρχους καί λοχαγούς, φοβηθεὶς μὴ φθόνῳ δή τινι δοκῇ κατόρθωμα καί φιλοτιμίαν ἀφαιρεῖσθαι νέων ἀνδρῶν συνεχώρησεν ἄκων ἐκείνῳ παρατάξαι τὴν δύναμιν, αὐτὸς δὲ διὰ τὴν ἀσθένειαν ὑπελείφθη μετ ὀλίγων ἐν τῷ στρατοπέδῳ.

τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καί σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καί συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ, τότε μὲν οὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱ πολέμιοι:

τῇ δ ὑστεραίᾳ προαγαγὼν τὴν δύναμιν ὁ Κάμιλλος καί συνάψας μάχην αὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρακα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσι καί διαφθείρας τοὺς πλείστους, ἐκ δὲ τούτου πυθόμενος πόλιν Σατρίαν ὑπὸ Τυρρηνῶν ἑαλωκέναι καί τοὺς οἰκήτορας ἀπεσφάχθαι Ῥωμαίους ἅπαντας ὄντας, τὴν μὲν πολλὴν καί βαρεῖαν τῆς δυνάμεως εἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκμάζοντας μάλιστα καί προθυμοτάτους ἀναλαβών ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρρηνοῖς καί κρατήσας τοὺς μὲν ἐξήλασεν αὐτῶν, τοὺς δὲ ἀπέκτεινεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION