호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι:? καὶ καθ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ παίδων καὶ γυναικῶν ἀπήντων ὀδυρόμενοι τὰς ἑαυτῶν τύχας. ὁ δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθεὶς καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, ἔγνω μὴ ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν, ἀλλ εὐθὺς ἄγειν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν ὀρθῶς λογισάμενος, οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기