- 텍스트

Plutarch, Camillus, chapter 35

(플루타르코스, Camillus, chapter 35)

γεγονότων δὲ τούτων ἀπολιπὼν ἐπὶ τὸν στρατοπέδου τὸν υἱὸν Λεύκιον φύλακα τῶν ἡλωκότων ἀνθρώπων καὶ χρημάτων αὐτός εἰς τὴν τῶν πολεμίων ἐνέβαλε.? καὶ τὴν Αἰκανῶν πόλιν ἐξελὼν καὶ προσαγαγόμενος τοὺς Οὐολούσκους εὐθὺς ἦγε τὴν στρατιὰν πρὸς τὸ Σούτριον, οὔπω τὰ συμβεβηκότα τοῖς Σούτριον πεπυσμένος, ἀλλ ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκουμένοις ὑπὸ τῶν Τυρρηνῶν βοηθῆσαι σπεύδων. οἱ δ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι:

καὶ καθ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ παίδων καὶ γυναικῶν ἀπήντων ὀδυρόμενοι τὰς ἑαυτῶν τύχας. ὁ δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθεὶς καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, ἔγνω μὴ ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν, ἀλλ εὐθὺς ἄγειν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν ὀρθῶς λογισάμενος, οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών: ἐφύλαττε γὰρ οὐδείς, ἀλλ ἐν οἴνῳ καὶ συνουσίαις ἦσαν ἐσκεδασμένοι κατὰ τὰς οἰκίας.

ἐπεὶ δὲ ᾔσθοντο τοὺς πολεμίους κρατοῦντας ἤδη, οὕτω διέκειντο μοχθηρῶς ὑπὸ πλησμονῆς καὶ μέθης, ὡς μηδὲ πρὸς φυγὴν ὁρμῆσαι πολλούς, ἀλλ ἐν ταῖς οἰκίαις αἴσχιστα πάντων ὑπομένοντας ἀποθνῄσκειν ἢ παραδιδόναι σφᾶς αὐτοὺς τοῖς πολεμίοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION