호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα κεκοσμημέναι λαμπρῶς αἱ θεραπαινίδες περιίασι παίζουσαι διὰ σκωμμάτων εἰς τοὺς ἀπαντῶντας, γίνεται δὲ καὶ μάχη τις αὐταῖς πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῦ πρὸς τοὺς Λατίνους ἀγῶνος συνεπιλαμβανομέναις.? ἑστιώμεναι δὲ καθέζονται κλάδοις συκῆς σκιαζόμεναι: καὶ τὴν ἡμέραν νώνας Καπρατίνας καλοῦσιν, ὡς οἰόνται διὰ τὸν ἐρινεόν, ἀφ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι: τὸν γὰρ ἐρινεὸν καπρίφικον ὀνομάζουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기