호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαλεπῶς μὲν οὖν καί μόλις αἱ τῶν ἱερῶν ἀνεκαλύπτοντο χῶραι φιλοτιμίᾳ τοῦ Καμίλλου καὶ πόνῳ πολλῷ τῶν ἱεροφαντῶν ὡς δὲ καὶ τήν πόλιν ἀνοικοδομεῖν ἔδει παντάπασι διεφθαρμένην, ἀθυμία πρὸς τὸ ἔργον ἐνέπιπτε τοῖς πολλοῖς καί μέλλησις ἦν ἐστερημένοις ἁπάντων καί τινος ἐν τῷ παρόντι ῥᾳστώνης καί ἀναπαύσεως ἐκ κακῶν δεομένοις μᾶλλον ἢ κάμνειν καί ἀποτρύχειν ἑαυτούς οὔτε χρήμασιν οὔτε σώμασιν ἐρρωμένους.? οὕτω δὲ ἡσυχῇ πρὸς τοὺς Οὐηϊούς αὖθις ἀποστρεφόμενοι, πόλιν ἅπασι κατεσκευασμένην καί διαμένουσαν, ἀρχὰς δημαγωγιῶν ἐνέδοσαν τοῖς πρὸς χάριν εἰθισμένοις ὁμιλεῖν, καί λόγων ἠκροῶντο στασιαστικῶν πρὸς τὸν Κάμιλλον, ὡς ἐκείνου φιλοτιμίας ἕνεκα καί δόξης ἰδίας ἀποστεροῦντος αὐτοὺς πόλεως ἑτοίμης καί βιαζομένου σκηνοῦν ἐρείπια καί πυρκαϊὰν τοσαύτην ἐγείρειν, ὅπως μὴ μόνον ἡγεμὼν Ῥώμης καί στρατηγός, ἀλλὰ καί κτίστης λέγηται παρώσας Ῥωμύλον.
ἐκ τούτου φοβηθεῖσα τὸν θόρυβον ἡ βουλὴ τὸν μὲν Κάμιλλον οὐκ εἰάσε βουλόμενον ἀποθέσθαι τὴν ἀρχὴν ἐντὸς ἐνιαυτοῦ καίπερ ἓξ μῆνας οὐδενὸς ὑπερβαλόντος ἑτέρου δικτάτορος, αὐτὴ δὲ παρεμυθεῖτο καί κατεπράυνε πείθουσα καί δεξιουμένη τὸν δῆμον, ἐπιδεικνυμένη μὲν ἠρία καί τάφους πατέρων, ὑπομιμνῄσκουσα δὲ χωρίων ἱερῶν καί τόπων ἁγίων, οὓς Ῥωμύλος ἢ Νομᾶς ἤ τις ἄλλος αὐτοῖς τῶν βασιλέων ἐπιθειάσας παρέδωκεν.
ἐν πρώτοις δὲ τῶν θείων τήν τε νεοσφαγῆ κεφαλὴν προὔφερον ἐν τῇ θεμελιώσει τοῦ Καπιτωλίου φανεῖσαν, ὡς τῷ τόπῳ πεπρωμένον ἐκείνῳ τῆς Ἰταλίας κεφαλῇ γενέσθαι, καί τὸ τῆς Ἑστίας πῦρ, ὃ μετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀναπτόμενον αὖθις ἀφανίζειν καί σβεννύναι τοὺς προλιπόντας τήν πόλιν, ὄνειδος αὐτοῖς ἐσόμενον, ἄν τε ὑπ ἄλλων οἰκουμένην ὁρῶσιν ἐπηλύδων καί ξένων ἄν τ ἔρημον οὖσαν καί μηλόβοτον.
τοιαῦτα καί πρὸς ἕκαστον ἰδίᾳ καί κοινῇ πολλάκις ἐν τῷ δήμῳ σχετλιάζοντες ἐπεκλῶντο πάλιν ὑπὸ τῶν πολλῶν τήν παροῦσαν ὀλοφυρομένων ἀμηχανίαν, καί δεομένων μὴ σφᾶς ὥσπερ ἐκ ναυαγίου γυμνοὺς καί ἀπόρους σωθέντας προσβιάζεσθαι τὰ λείψανα τῆς διεφθαρμένης συμπηγνύναι πόλεως, ἑτέρας ἑτοίμης παρούσης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기