호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη, παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν περὶ τὰς Φεβρουαρίας εἰδοὺς ἐξέπεσον.? συγκατερχομένων θύσας δὲ τοῖς θεοῖς καὶ καθάρας τὴν πόλιν ἐξηγουμένων τῶν περὶ ταῦτα δεινῶν, τὰ μὲν ὄντα τῶν ἱερῶν κατέστησεν, αὐτὸς δὲ ἱδρύσατο νεὼν Φήμης καὶ Κληδόνος, ἀνευρὼν ἐκεῖνον τὸν τόπον, ἐν ᾧ νύκτωρ ἡ καταγγέλλουσα τὴν τῶν βαρβάρων στρατιὰν ἐκ θεοῦ τῷ Καιδικίῳ Μάρκῳ φωνὴ προσέπεσε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기