- 텍스트

Plutarch, Camillus, chapter 28

(플루타르코스, Camillus, chapter 28)

ἐκ τούτου τὰ τῶν Κελτῶν ἦν ἀθυμότερα.? καὶ γὰρ ἐπιτηδείων ἐσπάνιζον εἰργόμενοι προνομῆς φόβῳ τοῦ Καμίλλου, καὶ νόσος ὑποικούρησεν αὐτοὺς ἐν νεκρῶν πλήθει χύδην καταβεβλημένων σκηνοῦντας ἐν ἐρειπίοις, τό τε βάθος τῆς τέφρας ἀέρα ξηρότητι καὶ δριμύτητι φαῦλον ὑπὸ πνευμάτων καὶ καυμάτων ἀναθυμιώσης ἐλυμαίνετο τὰ σώματα διὰ τῆς ἀναπνοῆς. μάλιστα δ ἡ μεταβολὴ τῆς συντρόφου διαίτης ἐκ τόπων σκιερῶν καὶ θέρους καταφυγὰς ἀλύπους ἐχόντων ἐμβαλόντας εἰς χώραν ταπεινὴν καὶ κεκραμένην ἀφυῶς πρὸς τὸ μετόπωρον ἐκίνησεν αὐτούς, ἥ τε πρὸς τῷ Καπιτωλίῳ καθέδρα καὶ σχολὴ γενομένη χρόνιος, ἕβδομον γὰρ ἐκεῖνον οἱκούρουν μῆνα πολιορκοῦντες.

ὥστε φθορὰν εἶναι πολλὴν ἐν τῷ στρατοπέδῳ καὶ μηδὲ θάπτεσθαι διὰ πλῆθος ἔτι τοὺς ἀποθνῄσκοντας. οὐ μὴν παρὰ τοῦτο τὰ πράγματα βελτίω τοῖς πολιορκουμένοις ἦν.

συνελθόντος εἰς λόγους Βρέννῳ Σουλπικίου τοῦ χιλιάρχου τῶν Ῥωμαίων, ὡμολογήθη τοὺς μὲν χιλίας λίτρας χρυσίου καταβαλεῖν, τοὺς δὲ λαβόντας ἐκ τῆς πόλεως αὐτίκα καὶ τῆς χώρας ἀναχωρεῖν.

ἐπὶ τούτοις γενομένων ὁρ´κων καὶ τοῦ χρυσίου κομισθέντος, τῶν δὲ Κελτῶν περὶ τὸν σταθμὸν ἀγνωμονούντων κρύφα τὸ πρῶτον, εἶτα καὶ φανερῶς ἀφελκόντων καὶ διαστρεφόντων τὴν ῥοπήν, ἠγανάκτουν οἱ Ῥωμαῖοι πρὸς αὐτούς. ὁ δὲ Βρέννος οἱο῀ν ἐφυβρίζων καὶ καταγελῶν ἀποδυσάμενος τὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προσέθηκε τοῖς σταθμοῖς.

"τί τοῦτο · "ἢ τοῖς νενικημένοις ὀδύνη · τοῦτο μὲν οὖν ἤδη παροιμιώδης λόγος γέγονε. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸ χρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναι καὶ τὴν πολιορκίαν ὑπομένειν οἱ δὲ συγχωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν, αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸν οὐ καλῶς ἀλλ ἀναγκαίως ὑπομένοντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION