- 텍스트

Plutarch, Camillus, chapter 25 3:

(플루타르코스, Camillus, chapter 25 3:)

ἀσπασάμενος δὲ τοὺς ἄνδρας καὶ φράσας ἑαυτὸν ἐξ ὀνόματος, ἀναληφθεὶς ἐχώρει πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων.? ταχὺ δὲ συγκλήτου γενομένης παρελθὼν τήν τε νίκην ἀπήγγειλε τοῦ Καμίλλου πρότερον οὐ πυθομένοις, καὶ τὰ δοκοῦντα τοῖς στρατιώταις διηγεῖτο: καὶ παρεκάλει τῷ Καμίλλῳ βεβαιῶσαι τὴν ἀρχήν, ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶν ἔξω πολιτῶν, οἱ δ ἀκούσαντες καὶ βουλευσάμενοι τόν τε Κάμιλλον ἀποδεικνύουσι δικτάτορα, καὶ τόν Πόντιον αὖθις ἀποπέμπουσι τήν αὐτὴν ὁδὸν ὁμοίως ἀγαθῇ τύχῃ χρησάμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION