- 텍스트

Plutarch, Camillus, chapter 25 1:

(플루타르코스, Camillus, chapter 25 1:)

ἦν δέ τις ἐν τοῖς νέοις Πόντιος Κομίνιος, τῶν μέσων κατὰ γένος πολιτῶν, δόξης δὲ καὶ τιμῆς ἐραστής:? οὗτος ὑπέστη τόν ἆθλον ἑκούσιος. καὶ γράμματα μὲν οὐκ ἔλαβε πρὸς τοὺς ἐν τῷ Καπιτωλίῳ, μὴ ληφθέντος αὐτοῦ φωράσωσιν οἱ πολέμιοι δι αὐτῶν τοῦ Καμίλλου τήν διάνοιαν, ἐσθῆτα δὲ φαύλην ἔχων καὶ φελλοὺς ὑπ αὐτῇ κομίζων τήν μὲν ἄλλην ὁδὸν ἡμέρας ἀδεῶς διῆλθεν, ἐγγὺς δὲ τῆς πόλεως γενόμενος ἤδη σκοταῖος, ἐπεὶ κατὰ γέφυραν οὐκ ἦν τόν ποταμὸν περᾶσαι τῶν βαρβάρων παραφυλαττόντων, τήν μὲν ἐσθῆτα τῇ κεφαλῇ περισπειράσας οὐ πολλὴν οὐδὲ βαρεῖαν, τοῖς δὲ φελλοῖς ἐφεὶς τὸ σῶμα καὶ συνεπικουφίζων τῷ περαιοῦσθαι πρὸς τήν πόλιν ἐξέβη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION