호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οἱο῀ν ἡγεμόνα τῆς Ῥώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡ δὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδρα πόλις οἴχεται καὶ ἀπόλωλεν.? "ἡμεῖς δ ἀπορίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβαλόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν. "φέρε, πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸν ἑαυτῶν στρατηγόν, ἢ λαβόντες αὐτοὶ τὰ ὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν οὐκέτι γάρ ἐστι φυγὰς οὐδ ἡμεῖς πολῖται πατρίδος οὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πολεμίων. ταῦτ ἔδοξε καὶ πέμψαντες ἐδέοντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν, ὁ δὲ οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳ πολίτας ἐπιψηφίσασθαι κατὰ τὸν νόμον.
ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζομένους, καὶ κελεύουσι μὲν ὑπακούειν προθύμως, ἀκόντων δὲ μηδὲν πολυπραγμονήσειν.
τῆς μὲν οὖν εὐλαβείας καὶ καλοκαγαθίας τὸν Κάμιλλον ἐθαύμασαν. ἦν δ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος εἰς τὸ Καπιτώλιον μᾶλλον δ ὅλως ἀδύνατον ἐδόκει τῶν πολεμίων ἐχόντων τὴν πόλιν ἄγγελον εἰς τὴν ἀκρόπολιν παρελθεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기