호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλὸν μὲν οὖν εἶναι καὶ διὰ κινδύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶ βαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρασ, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον οὐ μὴν ἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοισ αὐτοῖσ ἀκίνδυνον ἐν καιρῷ τὴν νίκην παρέξειν. τούτουσ τοὺσ λόγουσ τῶν νέων δεξαμένων ἐπὶ τοὺσ ἄρχοντασ ᾔει καὶ τοὺσ προβούλουσ τῶν Ἀρδεατῶν ὁ Κάμιλλοσ. ὡσ δὲ κἀκείνουσ συνέπεισεν, ὥπλισε τοὺσ ἐν ἡλικίᾳ πάντασ καὶ συνεῖχε τοῦ τείχουσ ἐντόσ, ἀγνοεῖσθαι βουλόμενοσ ὑπὸ τῶν πολεμίων ἐγγὺσ ὄντων, ἐπεὶ δὲ τὴν χώραν ἱππασάμενοι καὶ βαρεῖσ ὄντεσ ὑπὸ πλήθουσ τῶν ἀγομένων καὶ φερομένων ἀμελῶσ καὶ ὀλιγώρωσ ἐν τῷ πεδίῳ κατεστρατοπέδευσαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιν αὐτοῖσ καὶ σιωπὴ κατέσχε τὸ στρατόπεδον, πυθόμενοσ ταῦτα παρὰ τῶν κατασκόπων ὁ Κάμιλλοσ ἐξῆγε τοὺσ Ἀρδεάτασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기