- 텍스트

Plutarch, Camillus, chapter 14

(플루타르코스, Camillus, chapter 14)

πρῶτον μὲν οὖν ἔδοξε σημεῖον γεγονέναι κακοῦ μεγάλου προσιόντος ἡ Ιοὐλίου τοῦ τιμητοῦ τελευτή:? μάλιστα γὰρ δὴ Ῥωμαῖοι σέβονται καὶ νομίζουσιν ἱερὰν τὴν τῶν τιμητῶν ἀρχήν, δεύτερον δὲ πρὸ τῆς Καμίλλου φυγῆς ἀνὴρ οὐκ ἐπιφανὴς μὲν οὐδὲ ἐκ τῆς βουλῆς, ἐπιεικὴς δὲ καὶ χρηστὸς εἶναι δοκῶν, Μᾶρκος Καιδίκιος, ἀνήνεγκε πρὸς τοὺς χιλιάρχους πρᾶγμα φροντίδος ἄξιον. ἔφη γὰρ ἐν τῇ παρῳχημένῃ νυκτὶ καθ ὁδὸν βαδίζων, ἣν Καινὴν ὀνομάζουσι, κληθεὶς ὑπό τινος φθεγξαμένου μεταστραφῆναι, καὶ θεάσασθαι μὲν οὐδένα, φωνῆς δὲ μείζονος ἢ κατ ἀνθρωπίνην ἀκοῦσαι τάδε λεγούσης:

"ἄγε, Μᾶρκε Καιδίκιε, λέγε πρὸς τοὺς ἄρχοντας ἑώθεν ἐλθὼν ὀλίγου χρόνου Γαλάτας προσδέχεσθαι. ταῦτ ἀκούσαντες οἱ χιλίαρχοι γέλωτα καὶ παιδιὰν ἐποιοῦντο. καὶ μετ ὀλίγον συνέβη τὰ περὶ Κάμιλλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION