- 텍스트

Plutarch, Camillus, chapter 11

(플루타르코스, Camillus, chapter 11)

οἱ δὲ στρατιῶται διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς ἐπανῆλθον εἰς Ῥώμην κεναῖς χερσί, κατηγόρουν τοῦ Καμίλλου πρὸς τοὺς ἄλλους πολίτας ὡς μισοδήμου καὶ φθονήσαντος ὠφεληθῆναι τοῖς πένησιν.? ἐπεὶ δὲ τὸν περὶ τοῦ διοικισμοῦ νόμον οἱ δήμαρχοι προθέντες αὖθις ἐπὶ τὴν ψῆφον ἐκάλουν τὸν δῆμον, ὁ δὲ Κάμιλλος οὐδεμιᾶς ἀπεχθείας οὐδὲ παρρησίας φεισάμενος ἐφάνη μάλιστα πάντων ἐκβιαζόμενος τοὺς πολλούς, τὸν μὲν νόμον ἄκοντες ἀπεψηφίσαντο, τὸν δὲ Κάμιλλον δι ὀργῆς εἶχον, ὥστε καὶ δυστυχήσαντος αὐτοῦ περὶ τὰ οἰκεῖα τῶν γὰρ υἱῶν ἀπέβαλε τὸν ἕτερον νοσήσαντα μηδὲν οἴκτῳ τῆς ὀργῆς ὑφέσθαι. καίτοι τὸ πάθος οὐ μετρίως ἤνεγκεν ἀνὴρ ἥμερος φύσει καὶ χρηστός, ἀλλὰ τῆς δίκης προγεγραμμένης αὐτῷ διὰ πένθος οἰκούρει καθειργμένος μετὰ τῶν γυναικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION