호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσὶ δὲ καὶ πολέμων ὅμως τινὲς νόμοι τοῖς ἀγαθοῖς ἀνδράσι, καὶ τὸ νικᾶν οὐχ οὕτω διωκτέον, ὥστε μὴ φεύγειν τὰς ἐκ κακῶν καὶ ἀσεβῶν ἔργων χάριτας ἀρετῇ γὰρ οἰκείᾳ τὸν μέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντα κακίᾳ χρῆναι στρατεύειν, προσέταξε τοῖς ὑπηρέταις τοῦ μέν ἀνθρώπου καταρρηγνύναι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀπίσω περιάγειν, τοῖς δὲ παισὶ διαδοῦναι ῥάβδους καὶ μάστιγας, ὅπως κολάζοντες τὸν προδότην ἐλαύνωσιν εἰς τὴν πόλιν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기