호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τοῦτο ἐβουλήθησαν, εἰς τοῦτό με ἀνάγκης ὑπηγάγοντο, ἵνα Γάϊος Καῖσαρ ὁ μεγίστους πολέμους κατορθώσας, εἰ προηκάμην τὰ στρατεύματα, κἂν κατεδικάσθην.? ταῦτά φησι Πολλίων Ἀσίννιος τὰ ῥήματα Ῥωμαϊστὶ μὲν ἀναφθέγξασθαι τὸν Καίσαρα παρὰ τὸν τότε καιρόν, Ἑλληνιστὶ δ ὑπ αὑτοῦ γεγράφθαι τῶν δὲ ἀποθανόντων τούς πλείστους οἰκέτας γενέσθαι περὶ τὴν κατάληψιν τοῦ χάρακος ἀναιρεθέντας, στρατιώτας δὲ μὴ πλείους ἑξακισχιλίων πεσεῖν, τῶν δὲ ζώντων ἁλόντων κατέμιξε τούς πλείστους ὁ Καῖσαρ εἰς τὰ τάγματα:
πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωκεν, ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστερον, ἐφ ᾧ λέγεται μὴ φαινομένῳ μὲν ἀγωνιᾶσαι, σωθέντος δὲ καὶ παραγεονμένου πρὸς αὐτὸν ἡσθῆναι διαφερόντως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기