호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Καῖσαρ τοὺς στρατιώτας συναγαγών, καὶ προειπὼν ὡς δύο μὲν αὐτῷ τάγματα Κορφίνιος ἄγων ἐγγύς ἐστιν, ἄλλαι δὲ πεντεκαίδεκα σπεῖραι μετὰ Καληνοῦ κάθηνται περὶ Μέγαρα καὶ Ἀθήνας, ἠρώτησεν εἴτε βούλονται περιμένειν ἐκείνους, εἴτε αὐτοὶ διακινδυνεῦσαι καθ ἑαυτούς, οἱ δὲ ἀνεβόησαν δεόμενοι μὴ περιμένειν, ἀλλὰ μᾶλλον, ὅπως τάχιστα συνίασιν εἰς χεῖρας τοῖς πολεμίοις, τεχνάζεσθαι καὶ στρατηγεῖν.? "σὺ τοῦτο βέλτιον ὑποκρίναιο σαυτῷ.
μεγάλην γὰρ οἱ θεοὶ μεταβολὴν καὶ μετάπτωσιν ἐπὶ τὰ ἐναντία τῶν καθεστώτων δηλοῦσιν, ὥστε εἰ μὲν εὖ πράττειν ἡγῇ σεαυτὸν ἐπὶ τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην εἰ δὲ κακῶς, τὴν ἀμείνονα. τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς ἐφοδεύοντος αὐτοῦ περὶ τὸ μεσονύκτιον ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν ὑπερενεχθεῖσαν τὸ Καίσαρος στρατόπεδον λαμπρὰν καὶ φλογώδη γενομένην ἔδοξεν εἰς τὸ Πομπηϊού καταπεσεῖν.
ἑωθινῆς δὲ φυλακῆς καὶ πανικὸν τάραχον ᾔσθοντο γιγνόμενον παρὰ τοῖς πολεμίοις, οὐ μὴν μαχεῖσθαί γε κατ ἐκείνην προσεδόκα τὴν ἡμέραν, ἀλλὰ ὡς ἐπὶ Σκοτούσσης ὁδεύων ἀνεζεύγνυεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기