호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνοσ ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν ὅσ γε καὶ τοὺσ πεσόντασ ἐν τῇ μάχῃ τῶν πολεμίων εἰσ χιλίουσ τὸ πλῆθοσ γενομένουσ ἰδών ἀπῆλθεν ἐγκαλυψάμενοσ καὶ καταδακρύσασ. οἱ δ’ ἄλλοι πάντεσ ἐκάκιζον τὸν Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον ’ Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων ἀποκαλοῦντεσ, ὡσ δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλ’ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기