호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ ἄχρι μὲν καθ’ ὁδὸν ἦσαν, ἅτε δὴ καὶ παρηκμακότεσ ἤδη τοῖσ σώμασι καὶ πρὸσ τὰ πλήθη τῶν πολέμων ἀπειρηκότεσ, ἐν αἰτίαισ εἶχον τὸν Καίσαρα· "ποῖ δὴ καὶ πρὸσ τί πέρασ ἡμᾶσ οὗτοσ ὁ ἀνὴρ καταθήσεται περιφέρων καὶ χρώμενοσ ὥσπερ ἀτρύτοισ καὶ ἀψύχοισ ἡμῖν; "καὶ σίδηροσ ἐξέκαμε πληγαῖσ, καὶ θυρεοῦ τίσ τίσ φειδώ ἐν χρόνῳ τοσούτῳ καὶ θώρακοσ, οὐδὲ ἀπὸ τῶν τραυμάτων ἄρα λογίζεται Καῖσαρ ὅτι θνητῶν μὲν ἄρχει, θνητὰ δὲ πεφύκαμεν πάσχειν καὶ ἀλγεῖν; "ὡρ́αν δὲ χειμῶνοσ καὶ πνεύματοσ ἐν θαλάττῃ καιρὸν οὐδὲ θεῷ βιάζεσθαι δυνατόν ἀλλ’ οὗτοσ παραβάλλεται καθάπερ οὐ διώκων πολεμίουσ, ἀλλὰ φεύγων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기