- 텍스트

Plutarch, Caesar, chapter 37

(플루타르코스, Caesar, chapter 37)

ἐπανελθόντα δὲ εἰς Ῥώμην Καίσαρα Πείσων μὲν ὁ πενθερὸς παρεκάλει πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ὑπὲρ διαλύσεως, Ἰσαυρικὸς δὲ Καίσαρι χαριζόμενος ἀντεῖπεν.? αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε, καὶ τῶν ἐπὶ Σύλλα δυστυχησάντων τοὺς παῖδας ἐπιτίμους ἐποίησε, καὶ σεισαχθείᾳ τινὶ τόκων ἐκούφιζε τοὺς χρεωφειλέτας, ἄλλων τε τοιούτων ἥψατο πολιτευμάτων οὐ πολλῶν, ἀλλ ἐν ἡμέραις ἕνδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, ὕπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουϊ´λιον Ἰσαυρικόν, εἴχετο τῆς στρατείας. καὶ τὰς μὲν ἄλλας δυνάμεις καθ ὁδὸν ἐπειγόμενος παρῆλθεν, ἱππεῖς δὲ ἔχων λογάδας ἑξακοσίους καὶ πέντε τάγματα, χειμῶνος ἐν τροπαῖς ὄντος, ἱσταμένου Ιἀννουαρίου μηνὸς οὗτος δ ἂν εἰή Ποσειδεὼν Ἀθηναίοις ἀφῆκεν εἰς τὸ πέλαγος καὶ διαβαλὼν τὸν Ιὄνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἱρεῖ, τὰ δὲ πλοῖα πάλιν ἀπέπεμψεν εἰς Βρεντέσιον ἐπὶ τοὺς ὑστερήσαντας τῇ πορείᾳ στρατιώτας.

οἱ δὲ ἄχρι μὲν καθ ὁδὸν ἦσαν, ἅτε δὴ καὶ παρηκμακότες ἤδη τοῖς σώμασι καὶ πρὸς τὰ πλήθη τῶν πολέμων ἀπειρηκότες, ἐν αἰτίαις εἶχον τὸν Καίσαρα:

"ποῖ δὴ καὶ πρὸς τί πέρας ἡμᾶς οὗτος ὁ ἀνὴρ καταθήσεται περιφέρων καὶ χρώμενος ὥσπερ ἀτρύτοις καὶ ἀψύχοις ἡμῖν· "καὶ σίδηρος ἐξέκαμε πληγαῖς, καὶ θυρεοῦ τίς τίς φειδώ ἐν χρόνῳ τοσούτῳ καὶ θώρακος, οὐδὲ ἀπὸ τῶν τραυμάτων ἄρα λογίζεται Καῖσαρ ὅτι θνητῶν μὲν ἄρχει, θνητὰ δὲ πεφύκαμεν πάσχειν καὶ ἀλγεῖν· "ὡρ´αν δὲ χειμῶνος καὶ πνεύματος ἐν θαλάττῃ καιρὸν οὐδὲ θεῷ βιάζεσθαι δυνατόν ἀλλ οὗτος παραβάλλεται καθάπερ οὐ διώκων πολεμίους, ἀλλὰ φεύγων. τοιαῦτα λέγοντες ἐπορεύοντο σχολαίως εἰς τὸ Βρεντέσιον.

ὡς δὲ ἐλθόντες εὑρ῀ον ἀνηγμένον τὸν Καίσαρα, ταχὺ πάλιν αὖ μεταβαλόντες ἐκάκιζον ἑαυτούς προδότας ἀποκαλοῦντες τοῦ αὐτοκράτορος, ἐκάκιζον δὲ καὶ τοὺς ἡγεμόνας οὐκ ἐπιταχύναντας τὴν πορείαν.

καθήμενοι δὲ ἐπὶ τῶν ἄκρων πρὸς τὸ πέλαγος καὶ τὴν Ἤπειρον ἀπεσκόπουν τὰς ναῦς ἐφ ὧν ἔμελλον περαιοῦσθαι πρὸς ἐκεῖνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION