- 텍스트

Plutarch, Caesar, chapter 36

(플루타르코스, Caesar, chapter 36)

ἐστράτευε δ εἰς Ἰβηρίαν πρότερον ἐγνωκὼς τοὺς περὶ Ἀφράνιον καὶ Βάρρωνα Πομπηϊού πρεσβευτὰς ἐκβαλεῖν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ αὑτῷ ποιησάμενος οὕτως ἐπὶ Πομπήϊον ἐλαύνειν, μηδένα κατὰ νώτου τῶν πολεμίων ὑπολειπόμενος.? κινδυνεύσας δὲ καὶ τῷ σώματι πολλάκις κατ ἐνέδρας καὶ τῷ στρατῷ μάλιστα διὰ λιμόν, οὐκ ἀνῆκε πρότερον διώκων καὶ προκαλούμενος καὶ περιταφρεύων τοὺς ἄνδρας ἢ κύριος βίᾳ γενέσθαι τῶν στρατοπέδων καὶ τῶν δυνάμεων, οἱ δὲ ἡγεμόνες ᾤχοντο πρὸς Πομπήϊον φεύγοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION