호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Καῖσαρ τήν τε Τοῦ Δομετίου στρατιὰν παρέλαβε καί τοὺς ἄλλους, ὅσους ἐν ταῖς πόλεσι Πομπηϊῴ στρατολογουμένους ἔφθασε καταλαβών.? πολὺς δὲ γεγονὼς ἤδη καί φοβερός ἐπ αὐτὸν ἤλαυνε Πομπήϊον. ὁ δὲ οὐκ ἐδέξατο τήν ἔφοδον, ἀλλ εἰς Βρεντέσιον φυγών τοὺς μὲν ὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς Δυρράχιον, αὐτὸς δὲ ὀλίγον ὕστερον ἐπελθόντος Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθ ἕκαστον δηλωθήσεται. Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.
ἐπεὶ δὲ καί τήν πόλιν εὑρ῀ε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις: ὑπήκουσε δ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλ εὐπρεπείᾳ λόγων χρῆσθαι. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι:
"σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι: "λέγω τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲ στασιασάντων. ταῦτα πρὸς τὸν Μέτελλον εἰπών ἐβάδιζε πρὸς τὰς θύρας τοῦ ταμιείου, μὴ φαινομένων δὲ τῶν κλειδῶν χαλκεῖς μεταπεμψάμενος ἐκκόπτειν ἐκέλευεν αὖθις δὲ ἐνισταμένου τοῦ Μετέλλου καί τινων ἐπαινούντων, διατεινάμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο παρενοχλῶν.
οὗτος ὁ λόγος τότε καί Μέτελλον ἀπελθεῖν ἐποίησε καταδείσαντα καί τὰ ἄλλα ῥᾳδίως αὐτῷ καί ταχέως ὑπηρετεῖσθαι πρὸς τὸν πόλεμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기