- 텍스트

Plutarch, Caesar, chapter 29

(플루타르코스, Caesar, chapter 29)

ἐκ τούτου Καῖσαρ ὑπατείαν ἐμνᾶτο πέμπων, καὶ χρόνον ὁμοίως τῶν ἰδίων ἐπαρχιῶν, τὸ μὲν οὖν πρῶτον Πομπηϊού σιωπῶντος οἱ περὶ Μάρκελλον καὶ Λέντλον ἠναντιοῦντο, μισοῦντες ἄλλως Καίσαρα καὶ τοῖς ἀναγκαίοις οὐκ ἀναγκαῖα προστιθέντες εἰς ἀτιμίαν αὐτοῦ καὶ προπηλακισμόν.? Νεοκωμίτας γὰρ ἔναγχος ὑπὸ Καίσαρος ἐν Γαλατίᾳ κατῳκισμένους ἀφῃροῦντο τῆς πολιτείας καὶ Μάρκελλος ὑπατεύων ἕνα τῶν ἐκεῖ βουλευτῶν εἰς Ῥώμην ἀφικόμενον ᾔκιστο ῥάβδοις, ἐπιλέγων ὡς ταῦτα τοῦ μὴ Ῥωμαῖον εἶναι παράσημα προστίθησιν αὐτῷ, καὶ δεικνύειν ἀπιόντα Καίσαρι ἐκέλευε.

Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, ἀφ ὧν καὶ τὴν βασιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇ ἀγορᾷ προσεκόσμησεν ἀντὶ τῆς Φουλβίας οἰκοδομηθεῖσαν, οὕτω δὴ φοβηθεὶς τὴν σύστασιν ὁ Πομπήϊος ἀναφανδὸν ἤδη δι ἑαυτοῦ καὶ τῶν φίλων ἔπραττεν ἀποδειχθῆναι διάδοχον Καίσαρι τῆς ἀρχῆς, καὶ πέμπων ἀπῄτει τοὺς στρατιώτας οὓς ἔχρησεν αὐτῷ πρὸς τοὺς Κελτικοὺς ἀγῶνας, ὁ δὲ ἀποπέμπει, δωρησάμενος ἕκαστον ἄνδρα πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.

οἱ δὲ τούτους Πομπηϊῴ κομίσαντες εἰς μὲν τὸ πλῆθος οὐκ ἐπιεικεῖς οὐδὲ χρηστοὺς κατέσπειραν λόγους ὑπὲρ τοῦ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἐλπίσι κεναῖς διέφθειραν, ὡς ποθούμενον ὑπὸ τῆς Καίσαρος στρατιᾶς καὶ τὰ μὲν ἐνταῦθα διὰ φθόνον πολιτείας ὑπούλου μόλις ἔχοντα, τῆς δὲ ἐκεῖ δυνάμεως ἑτοίμης ὑπαρχούσης αὐτῷ, κἂν μόνον ὑπερβάλωσιν εἰς Ἰταλίαν εὐθὺς ἐσομένης πρὸς ἐκεῖνον οὕτως γεγονέναι τὸν Καίσαρα πλήθει στρατειῶν λυπηρὸν αὐτοῖς καὶ φόβῳ μοναρχίας ὕποπτον.

ἐπὶ τούτοις Πομπήϊος ἐχαυνοῦτο καὶ παρασκευῆς μὲν ἠμέλει στρατιωτῶν, ὡς μὴ δεδοικώς, λόγοις δὲ καὶ γνώμαις κατεπολιτεύετο τῷ δοκεῖν Καίσαρα, καταψηφιζόμενος ὧν ἐκεῖνος οὐδὲν ἐφρόντιζεν:

κρούσαντα τῇ χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION