- 텍스트

Plutarch, Caesar, chapter 24

(플루타르코스, Caesar, chapter 24)

τοῦ δὲ Καίσαρος μεγάλην ἤδη τὴν δύναμιν οὖσαν εἰς πολλὰ κατ ἀνάγκην χειμάδια διελόντος, αὐτοῦ δὲ πρὸς τὴν Ἰταλίαν, ὥσπερ εἰώθει, τραπομένου, πάντα μὲν αὖθις ἀνερρήγνυτο τὰ τῶν Γαλατῶν, καὶ στρατοὶ μεγάλοι περιϊόντες ἐξέκοπτον τὰ χειμάδια καὶ προσεμάχοντο τοῖς χαρακώμασι τῶν Ῥωμαίων, οἱ δὲ πλεῖστοι καὶ κράτιστοι τῶν ἀποστάντων μετὰ Ἀβριόριγος Κότταν μὲν αὐτῷ στρατοπέδῳ καὶ Τιτύριον διέφθειραν, τὸ δὲ ὑπὸ Κικέρωνι τάγμα μυριάσιν ἓξ περισχόντες ἐπολιόρκουν καὶ μικρὸν ἀπέλιπον ᾑρηκέναι κατὰ κράτος, συντετρωμένων ἁπάντων καὶ παρὰ δύναμιν ὑπὸ προθυμίας ἀμυνομένων.? ὡς δὲ ἠγγέλθη ταῦτα τῷ Καίσαρι μακρὰν ὄντι, ταχέως ἐπιστρέψας καὶ συναγαγὼν ἑπτακισχιλίους τοὺς σύμπαντας ἠπείγετο τὸν Κικέρωνα τῆς πολιορκίας ἐξαιρησόμενος.

τοὺς δὲ πολιορκοῦντας οὐκ ἔλαθεν, ἀλλ ἀπήντων ὡς ἀναρπασόμενοι, τῆς ὀλιγότητος καταφρονήσαντες. κἀκεῖνος ἐξαπατῶν ὑπέφευγεν ἀεί, καὶ χωρία λαβὼν ἐπιτηδείως ἔχοντα πρὸς πολλοὺς μαχομένῳ μετ ὀλίγων φράγνυται στρατόπεδον, καὶ μάχης ἔσχε τοὺς ἑαυτοῦ πάσης, ἀναγαγεῖν δὲ τὸν χάρακα καὶ τὰς πύλας ἀνοικοδομεῖν ὡς δεδοικότας ἠνάγκαζε, καταφρονηθῆναι στρατηγῶν, μέχρι οὗ σποράδην ὑπὸ θράσους προσβάλλοντας ἐπεξελθὼν ἐτρέψατο καὶ πολλοὺς αὐτῶν διέφθειρε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION