호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ μόνον οἱ τὰσ ἀρχὰσ παραγγέλλοντεσ ἐκείνῳ χρώμενοι χορηγῷ καὶ τοῖσ παρ’ ἐκείνου χρήμασι διαφθείροντεσ τὸν δῆμον ἀνηγορεύοντο, καὶ πᾶν ἔπραττον ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν, ἀλλὰ καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν καὶ μεγίστων οἱ πλεῖστοι συνῆλθον πρὸσ αὐτὸν εἰσ Λοῦκαν, Πομπήϊόσ τε καὶ Κράσσοσ καὶ Ἄππιοσ ὁ τῆσ Σαρδόνοσ ἡγεμών καὶ Νέπωσ ὁ τῆσ Ἰβηρίασ ἀνθύπατοσ, ὥστε ῥαβδούχουσ μὲν ἑκατὸν εἴκοσι γενέσθαι, συγκλητικοὺσ δὲ πλείονασ ἢ διακοσίουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기